Παρασκευή 3 Φεβρουαρίου 2012

ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ




Ὁ Ἱ­ε­ρεύς·

Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν, καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ Ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ψαλ­μὸς ΡΜΒ΄ (142)

Κύ­ρι­ε, εἰ­σά­κου­σoν τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πιόν σου πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ΄ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ΄ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πί σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου· Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου, καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου. Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γὼ δοῦ­λός σου εἰ­μί.

Καὶ εὐ­θὺς τὸ Θε­ὸς Κύ­ριος, με­τὰ τῶν στί­χων αὐ­τοῦ ἐξ ἑ­κα­τέ­ρων τῶν χο­ρῶν.

Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Στίχ. α΄. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, καὶ ἐ­πι­κα­λεῖ­σθε τὸ ὄ­νο­μα τὸ ἅ­γιον αὐ­τοῦ.

Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Στίχ. β΄. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.

Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Στίχ. γ΄. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.

Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Εἶ­τα τὰ πα­ρόν­τα τρο­πά­ρια. Ἦ­χος δ΄. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπό ψυχῆς προσπέσωμεν κραυγάζοντες, γιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς τιμῶντας σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης καὶ φύλαξ σωτήριος.

Δόξα Πατρί... Καί νῦν... Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν΄ (50)

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νον με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου, καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πιόν μου ἐ­στὶ διὰ παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πιόν σου ἐ­ποί­η­σα· ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θειαν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φια τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοὶ ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ ἅ­γιον μὴ ἀν­τα­νέ­λῃς ἀπ΄ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαι με ἐξ αἱ­μά­των ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ὼν καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰ καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ριόν σου μό­σχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

Ἦχος πλ. δ΄. Ὠδὴ α΄. Ὁ Εἱρμός.

«Ὑ­γρὰν δι­ο­δεύ­σας ὡ­σεὶ ξη­ράν, καὶ τὴν Αἰ­γυ­πτί­αν μο­χθη­ρί­αν δι­α­φυ­γών, ὁ Ἰσ­ρα­η­λί­της ἀ­νε­βό­α· Τῷ Λυ­τρω­τῇ καὶ Θε­ῷ ἡ­μῶν ᾄ­σω­μεν».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε Μάρτυς ἐνωτίσθητι εὐμενῶς, καὶ λῦσον παθῶν τὴν καταιγίδα, τὴν ἐπελθοῦσαν δεινῶς τῇ καρδίᾳ μου.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρανίσι τῶν θείων σου πρεσβειῶν , ψυχῆς μου τὰ ἓλκη, ἐναπόπλυνον Ἀθλητά, καὶ σβέσον τοῦ του σώματος τὴν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆςντιλήψεως.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁλόσωμον δέδεγμαι τὴν πληγήν, ἐχθροῦ ταῖς βολίσι καί νενέκρωμαι τὴν ψυχήν, σὺ οὖν θεραπεύεις με, ὦ Μὰρτυς, πρὸς ζωφόρους ὁδοὺς κατευθύνων με.

Δόξα Πατρί...

Υπάρχων ἀνάπλεως φωτισμοῦ, Φανούριε Μάρτυς ὡς διάκονος τοῦ Φωτός, νοός μου ἀπέλασον τὸ σκότος, καὶ ἀρετών τῷ φωτί με καταύγασον.

Καί νῦν... Θεοτοκίον.

Ρημάτων πληρώσασα νομικῶν, ὡράθης παρθένε ὡς γεννήσασα, τὸν Θεόν, τὸν πάλαι λαλήσαντα ἐν νόμῳ, δι᾽ αἰνιγμὰτων καὶ τύπων Πανάμωμε.

Ὠ­δὴ γ΄. Ὁ Εἱρ­μός.

«Οὐ­ρα­νί­ας ἁ­ψῖ­δος, ὀ­ρο­φουρ­γὲ Κύ­ρι­ε, καὶ τῆς Ἐκ­κλη­σί­ας δο­μῆ­τορ, σύ με στε­ρέ­ω­σον, ἐν τῇ ἀ­γά­πῃ τῇ σῇ, τῶν ἐ­φε­τῶν ἡ ἀ­κρό­της, τῶν πι­στῶν τὸ στή­ριγ­μα, μό­νε φι­λάν­θρω­πε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐμπεσὼν τῷ πελάγει τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας πυθμένι, ἢδη καθέλκομαι, σὺ μὲ κυβέρνησον, πρὸς σωτηρίας λιμένα, οἷα κυβερνήτης μου, σοφὲ πανάριστος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰλασμός γενηθήτω, καὶ τῶν κακῶν λύτρωσις,ἡ μαρτυρική σου πρεσβεία, Μάρτυς Φανούριε, τοῖς προσιοῦσι σοι, καὶ ὁλικῶς ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου μάκαρ προμήθειαν.

Δόξα Πατρί...

Μαρτυρίου τὴν τρίβον, πανευκλεῶς ὣδευσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίων, τοῦ σὲ δοξάσαντος, καμὲ ὁδήγησον, τὸν ἐν αἰρέσεσι Μάρτυς, πάσης παραβάσεως περιπλανώμενον.

Καί νῦν... Θεοτοκίον.

Επουράνιε πύλη, δι᾽ἧς ἡμῖν ἒλαμψεν, ὁ Δημιουργὸς τῶν ἁπάντων, καθάπερ ἂνθρωπος, πύλας μοι ἂνοιξον, τῆς ἀληθοῦς μετανοίας, καὶ πυλῶν με λύτρωσαι τοῦ Ἄδου Δέσποινα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὃτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ρυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι΄ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ΄ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ χορός· Ἀμήν. Κάθισμα. Ἦχος β΄. Πρεσβεία Θερμή…

Πλεόντων σωτήρ,ἀδικουμένων σύμμαχος, πενθούντων χαρὰ, καὶ αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχὺς ὀρθοδόξων ἐπίκουρος, μὴ διαλίπης ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τοὺς δούλους σου.

Ὠδὴ δ΄. Ὁ Εἰρμός.

«Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεόητα».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν λιθώδη καρδίαν μου, καὶ πεπωρωμένην ψυχὴν κατάνυξον, ὁ τῶν λίθων τὰ προσκρούματα, Μάρτυς ὑπομείνας ὥσπερ ἂσαρκος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀναβλύζεις ἑκάστοτε, τὰ τῶν ἰαμάτων θεῖα χαρίσματα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ τῶν νοσημάτων ἐξαίρεις καύσωνα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰατήριον ἂμισθον, τοῖς ἐν ἀσθενείαις γενοῦ Φανούριε, καὶ τοῖς πάσχουσιν ἀντίληψις, καὶ τοῖς ἀπολύτρωσις.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σωτηρίας ἱμάτιον, ἐν τῇ ἀπεκδύσει σαρκός ἠμφίεσαι. Ὅθεν ἔνδυσον Φανούριε, τὴν γεγυμνωμένην ψυχήν μου χάριτι.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τὸ μάννα κόσμῳ πηγάσασα, τὸν ζωώσαντα τὸν ἄνθρωπον, καὶ τὴν ἁμαρτίαν θανατώσαντα.

Ὠ­δὴ ε΄. Ὁ Εἰρ­μός.

«Φώ­τι­σον ἡ­μᾶς, τοῖς προ­στάγ­μα­σί σου, Κύ­ρι­ε, καὶ τῷ βρα­χί­ο­νι σου τῷ ὑ­ψη­λῷ, τὴν σὴν εἰ­ρή­νην, πα­ρά­σχου ἡ­μῖν, φι­λάν­θρω­πε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄνωθεν ἡμᾶς ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν και συμφορῶν, τοὺς ἐν πίστει εὐφημοῦντὰς σε Φανούριε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴλεων ἡμῖν, τῇ ἐνθέρμῳ μεσιτεία σου, τοῦ ἐλέους Ἀθλητὰ τὸν θελητήν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σώματος πληγάς, ἐνεγκῶν στερρῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καὶ ψυχῶν, ἀρρωστίας καὶ ὀδύνας Θείῳ Πνεύματι.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τοὺς ἐν σκότει καθημένους καὶ σκιᾶ, καὶ ζωῆς, τὰς φωταυγείας ἐδωρήσατο.

Ὠ­δὴ ς΄. Ὁ Εἰρ­μός.

«Τὴν δέ­η­σιν, ἐκ­χε­ῶ πρὸς Κύ­ριον, καὶ αὐ­τῷ ἀ­παγ­γε­λῶ μου τὰς θλί­ψεις, ὅ­τι κα­κῶν ἡ ψυ­χή μου ἐ­πλή­σθη, καὶ ἡ ζω­ή μου τῷ ᾅ­δῃ προ­σήγ­γι­σε· καὶ δέ­ο­μαι ὡς Ἰ­ω­νᾶς· Ἐκ φθο­ρᾶς ὁ Θε­ός με ἀ­νά­γα­γε».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνάγκας σου τῆς ψυχῆς τὸν ἔρωτα, ὡς λαμπάδα πρὸς Χριστόν Ἀθλοφόρε, καταναλίσκεις τῆς πλάνης τὴν ὕλην, καὶ καταθάλπεις πιστῶν τὰ φρονήματα, διὸ κατάφλεξον καμοῦ, τά σαθρά καὶ γεώδη νοήματα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρώσεως τῷ καρπῷ ἐζώγρημαι, καὶ τοῦ θείου ἀπερρίφθην νυμφῶνος, τὰ τῆς φθορᾶς περικείμενος φύλλα, καὶ τοῦ θανάτου προφέρων τὴν ἄκανθαν, σὺ οὖν μὲ ζώωσον σοφέ, καὶ τῆς πρώην με δόξης ἀξίωσον.

Δόξα Πατρί...

Ὁλόκληρον σεαυτόν προσήγαγες, τῷ Δεσπότῃ προσφορὰν και θυσίαν, ὅθεν καμέ, ἐνδυνάμωσον Μάρτυς, αὐτῷ λατρεῦσαι ὁσίως Φανούριε, καὶ θῦσαι τούτῳ καθαρῶς, καθαρᾶς πολιτείας ἀκρότητα.

Καί νῦν... Θεοτοκίον.

Ὑψαύχενα, δυσμενῆ ὑπόταξον, ταῖς ποσίν ἡμῶν Πανάμωμε Κόρη, ἡ τὴν πεσοῦσαν ὑψώσασα φύσιν, τῇ ὑψηλῇ καὶ ἀρρήτῳ κυήσει σου, καὶ ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου μετέωρον φρόνημα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχωμεν, ἵνα ρυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἄ­χραν­τε ἡ διὰ λό­γου τὸν Λό­γον ἀ­νερ­μη­νεύ­τως, ἐ­π’­ἐ­σχά­των τῶν ἡ­με­ρῶν τε­κού­σα, δυ­σώ­πη­σον ὡς ἔ­χου­σα μη­τρι­κὴν παρ­ρη­σί­αν.

Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι΄ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ΄ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ἐλεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον ἦχος β’. Προστασία τῶν χριστιανῶν.

Υπερήφανον ὂημα κατέβαλες, τῇ γενναίᾳ ἀθλήσει σου ἔνδοξε, ἐξ οὗ ἀπάλλαξον καὶ ἡμᾶς τῆς ἐνεργείας Ἀθλητά, ἵνα ἡσύχιον ζωήν, ἐν ὁμονοίᾳ ἀγαστῇ, οἱ βοῶντες διάγωμεν, πλήρωσον τὰς αἰτήσεις, καὶ ἔμπλησον εὐφροσύνης, τοὺς προσιόντας σοι πιστῶς, ὧ Φανούριε πανθαύμαστε.

Εἶ­τα τὸ Α΄ ἀν­τί­φω­νον τῶν Ἀ­να­βαθ­μῶν τοῦ δ΄ ἤ­χου.

Ἐκ νε­ό­τη­τός μου, πολ­λὰ πο­λε­μεῖ με πά­θη· ἀλλ΄ αὐ­τὸς ἀν­τι­λα­βοῦ, καὶ σῶ­σον, Σω­τήρ μου. (δίς).

Οἱ μι­σοῦν­τες Σι­ών, αἰ­σχύν­θη­τε ἀ­πὸ τοῦ Κυ­ρί­ου· ὡς χόρ­τος γάρ, πυ­ρὶ ἔ­σε­σθε ἀ­πε­ξη­ραμ­μέ­νοι (δίς).

Δό­ξα Πα­τρί.­..

Ἁ­γί­ῳ Πνεύ­μα­τι, πᾶ­σα ψυ­χὴ ζω­οῦ­ται, καὶ κα­θάρ­σει ὑ­ψοῦ­ται, λαμ­πρύ­νε­ται τῇ Τρι­α­δι­κῇ Μο­νά­δι, ἱ­ε­ρο­κρυ­φί­ως.

Καί νῦν... Θεοτοκίον.

Ἁ­γί­ῳ Πνεύ­μα­τι, ἀ­να­βλύ­ζει τὰ τῆς χά­ρι­τος ῥεῖ­θρα, ἀρ­δεύ­ον­τα ἅ­πα­σαν τὴν κτί­σιν, πρὸς ζω­ο­γο­νί­αν.

Καὶ εὐ­θὺς τὸ Προ­κεί­με­νον· Ἦχος δ

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς).

Στίχος: Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Ὁ Ἱ­ε­ρεύς· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, Κύ­ριον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ΄).

Ὁ Ἱ­ε­ρεύς· Σο­φί­α. Ὀρ­θοί, ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.

Ὁ Ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.

Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.

Ὁ Ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ματθαῖον ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, τὸ Ἀ­νά­γνω­σμα. Πρό­σχω­μεν.

Ὁ χο­ρός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

Τὸ Εὑ­αγ­γέ­λιον ( Μτθ.Ι.32—36 καί ΙΑ.1)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς˙ ὅστις δ̉ ἄν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρός αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς˙ καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ˙ Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἱησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

Ἦ­χος β΄. Δό­ξα...

Ταῖς τοῦ Ἀθλοφόρου, πρε­σβεί­αις, Ἐ­λε­ῆ­μον, ἐ­ξά­λει­ψον τὰ πλή­θη, τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Ἦ­χος ὁ αὐ­τός. Καὶ νῦν...

Ταῖς τῆς Θε­ο­τό­κου, πρε­σβεί­αις, Ἐ­λε­ῆ­μον, ἐ­ξά­λει­ψον τὰ πλή­θη, τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.

Ἦ­χος πλ. β΄. Ὅ­λην ἀ­πο­θέ­με­νοι.

Ρόδον ὡς μυρίπνοον καὶ θησαυρός ζωηφόρος, ἐν Ροδῳ κρυπτόμενος, Μάρτυς πεφανέρωσαι τοῖς ἰκέταις σου, καὶ ζωῆς ἔμπνευσας, τὰς ὀσμὰς ἐν κόσμῳ καὶ ὀσμὴν θανάτου ἥλασας, καὶ ἀπεδίωξας, τὰς δυσώδεις νόσους Φανούριε, ὧν περ τῆς λύμης λύτρωσαι, τούς σοι προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας ἀπηνοῦς, διαφυλάττων μακάριε, τοὺς προσκαλουμένους σε.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Φανούριε τρισμάκαρ, ἀλλ’αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχεις σύ, ἀθλοφόρε Κυρίου· σῷζε πάντας τοὺς πρὸς σέ, καταφεύγοντας, μεγαλομάρτυς, τῶν πολεμουμένων ἡ εἰρήνη, ὁ ἄμεσος προστάτης τῶν πι­στῶν.

Ὁ Ἱ­ε­ρεύς· Σῶ­σον ὁ Θε­ὸς τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου· ἐ­πί­σκε­ψαι τὸν κό­σμον σου ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς· ὕ­ψω­σον κέ­ρας Χρι­στια­νῶν ὀρ­θο­δό­ξων καὶ κα­τά­πεμ­ψον ἐφ΄ ἡ­μᾶς τὰ ἐ­λέ­η σου τὰ πλού­σια· πρε­σβεί­αις τῆς πα­νά­χραν­του Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων θείων Δυ­νά­με­ων ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου προ­φή­του, Προ­δρό­μου καὶ Βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων· τῶν ἐν ἁ­ γί­οις πα­τέ­ρων ἡ­μῶν, με­γά­λων Ἱ­ε­ραρ­χῶν καὶ Οἰ­κου­με­νι­κῶν Δι­δα­σκά­λων, Βα­σι­λεί­ου τοῦ Με­γά­λου, Γρη­γο­ρί­ου τοῦ Θε­ο­λό­γου καὶ Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου· Ἀ­θα­να­σί­ου καὶ Κυ­ρίλ­λου, Ἰ­ω­άν­νου τοῦ Ἐ­λε­ή­μο­νος, πα­τρια­ρχῶν Ἀ­λε­ξαν­δρεί­ας καί Νικηφόρου Πατριάρχου Κων/πόλεως τοῦ Ὁμολογητοῦ. Νι­κο­λά­ου ἀρ­χι­ε­πι­σκό­που Μύ­ρων τῆς Λυ­κί­ας, Σπυ­ρί­δω­νος ἀρ­χι­ε­πι­σκό­που Τρι­μυ­θοῦν­τος, Ἀ­χιλ­λί­ου καί Βησ­σα­ρί­ω­νος ἀρ­χι­ε­πι­σκό­πων Λα­ρί­σης, Λου­κᾶ ἀρ­χι­ε­πι­σκό­που Συμ­φε­ρου­πό­λε­ως καί Κρι­μαί­ας καί Νε­κτα­ρί­ου ἐ­πι­σκό­που Πεν­ταπό­λε­ως τοῦ ἐν Αἰ­γή­νῃ, τῶν θαυ­μα­τουρ­γῶν. Τῶν ἁ­γί­ων ἐν­δό­ξων μεγα­λο­μαρ­τύ­ρων Γε­ωρ­γί­ου τοῦ Τρο­παι­ο­φό­ρου, Δη­μη­τρί­ου τοῦ Μυ­ρο­βλύ­του, Θε­ο­δώ­ρου τοῦ Τή­ρω­νος, Θε­ο­δώ­ρου τοῦ Στρα­τη­λά­του, Φανου­ρί­ου τοῦ νε­ο­φα­νοῦς καὶ Μη­νᾶ τοῦ θαυ­μα­τουρ­γοῦ· τῶν ἱ­ε­ρο­μαρ­τύ­ρων Χα­ρα­λάμ­πους, Ἰ­γνα­τί­ου καὶ Ἐ­λευ­θε­ρί­ου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων, με­γά­λων μαρ­τύ­ρων γυ­ναι­κῶν, Αἰ­κα­τε­ρί­νης τῆς παν­σό­φου, Μα­ρί­νης καί Πα­ρα­σκευ­ῆς τῆς ἀ­θλη­φό­ρου καί Φιλοθέης τῆς Ἀθηναίας· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων νε­ο­μαρ­τύ­ρων Γε­δε­ών τοῦ ἐν Τυρ­νά­βῳ, Γε­ωρ­γί­ου τοῦ ἐκ Ρα­ψά­νης, Δα­μια­νοῦ καί Ἰ­ω­άν­νου τῶν ἐν Λα­ρί­σῃ μαρ­τυ­ρη­σάν­των καί τῶν Νε­ο­φα­νῶν μαρ­τύ­ρων Ρα­φα­ήλ, Νι­κο­λά­ου καί Εἰ­ρή­νης. Τῶν ἁ­γί­ων ἐν­δό­ξων καί θε­ο­στέ­πτων βα­σι­λέ­ων Κων/νου καί Ἐ­λέ­νης τῶν ἱ­σα­πο­στό­λων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν, Στυ­λια­νοῦ τοῦ Πα­φλα­γό­νος, Δι­ο­νυ­σί­ου τοῦ ἐν Ὀ­λύμ­πῳ καί Συ­με­ών τοῦ μο­νο­χί­τω­νος καί ἀ­νυ­πο­δή­του. Τῶν ἁγίων ἐνδόξων καί θαυματρουγῶν Ἀναργύρων, Κοσμᾶ καί Δαμιανοῦ, Κύρου καί Ἰωάννου, Παντελεήμονος καί Ἐρμολάου.Τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης· τοῦ ἁ­γί­ου (τῆς ἡ­μέ­ρας), οὗ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάν­των σου τῶν Ἁ­γί­ων· Ἱ­κε­τεύ­ο­μέν σε, μό­νε πο­λυ­έ­λε­ε Κύ­ρι­ε· ἐ­πά­κου­σον ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν δε­ο­μέ­νων σου, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς..

Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον (ιβ΄).

Ὁ Ἱ­ε­ρεύς· Ἐ­λέ­ει, καὶ οἰ­κτιρ­μοῖς, καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός·Ἀμήν.

Ὠ­δὴ ζ΄. Ὁ Εἰρ­μός.

«Οἱ ἐκ τῆς Ἰ­ου­δαί­ας, κα­ταν­τή­σαν­τες Παῖ­δες ἐν Βα­βυ­λῶ­νί πο­τε, τῇ πί­στει τῆς Τριά­δος, τὴν φλό­γα τῆς κα­μί­νου, κα­τε­πά­τη­σαν ψάλ­λον­τες· Ὁ τῶν Πα­τέ­ρων ἡ­μῶν Θε­ός, εὐ­λο­γη­τὸς εἶ».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθὸν τῶν παθημάτων, καί πρὸς ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου ὁδήγησον Φανούριε, τοὺς πιστῶς σε ἀνυμνοῦντας.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴδοιμι ὥρᾳ τῆς ἀνάγκης, σὲ συλλήπτορα καὶ θεῖον ἀρωγόν μου, τὰ λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ καὶ θείαν μοι δωρούμενον, λύτρωσιν καὶ εὐφροσύνην.

Δόξα Πατρί...

Ἔλαμψας Μάρτυς ἐν τῇ ρόδῳ, ὡς νεόφωτον καὶ φωτοφόρον ἄστρον, ἰαμάτων αὐγὰς καὶ φέγγος χαρισμάτων, ἀστράπτων τοῖς καθεύδουσιν, ἐν τῷ σκότει τῆς ἀπάτης.

Καί νῦν... Θεοτοκίον.

Πίον καὶ σύσκιον ὡράθης καὶ ἀλάξευτον καὶ φωτοφόρον ὄρος, οἷς ἐν τύποις ποτὲ ἐλάλησεν ὁ λόγος, ὧν βλέποντες τὴν ἔκτασιν, εὐφημοῦμεν σε Παρθένε.

Ὠ­δὴ η΄. Ὁ Εἰρ­μός.

«Τὸν Βα­σι­λέ­α τῶν οὐ­ρα­νῶν, ὃν ὑ­μνοῦ­σι στρα­τιαὶ τῶν Ἀγ­γέ­λων, ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε εἰς πάν­τας τοὺς αἰ­ῶ­νας».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ρυπτικῆ σου πρεσβείᾳ ἐκκαθαίρεις, τῶν ψυχῶν τὰς οὐλάς, καὶ καρδιῶν τὰ βάρη, καὶ ἀλγηδόνας παύεις τὰς τοῦ σώματος, καὶ βραβεύεις πᾶσι, κατ᾽ ἂμφω εὐρωστίαν Φανούριε θεόφρον.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν καμίνῳ βληθείς οὐ κατεφλέχθης, τῆς ζωῆς γὰρ ὡς πῦρ ἐκέκτησο τὸ ὕδωρ, ἀλλὰ καμοῦ κατάφλεξον Φανούριε, τὰς δεινὰς προλήψεις καὶ τὰς ἐνθυμήσεις, ὣσπερ ἀγροῦ καλάμην.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στρατευθεὶς τῷ καλέσαντί σε Λόγῳ, ἠγωνίσω λαμπρῶς, κατὰ τῆς ἀνομίας, ὃθεν κἀμὲ τῆς κλήσεως ᾗ κέκλημαι, ἂξιον ἐργάτην, ἀνάδειξον παμμάκαρ, εὐχαῖς σου εὐπροσδέκτοις.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Βασιλείας οἰκήτορά με δεῖξον, τῆς ἀλήτου Ἁγνὴ ὡς τέξασα ἀσπόρως, τὸν βασιλέα πάντων καὶ Δεσπόζοντα, οὗ ἡ βασιλεία, βασιλεία πύλη ἁπάντων τῶν αἰώνων.

Ὠ­δὴ θ΄. Ὁ Εἰρ­μός.

«Κυ­ρί­ως Θε­ο­τό­κον, σὲ ὁ­μο­λο­γοῦ­μεν, οἱ διὰ σοῦ σε­σῳ­σμέ­νοι, Παρ­θέ­νε ἁ­γνή, σὺν Ἀ­σω­μά­των χο­ρεί­αις, σὲ με­γα­λύ­νον­τες».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλαίῳ τῶν ἀγώνων σου Ἀθλητά, ἰλαρύνεις ἡμῶν τὴν διάνοιαν, καὶ ψυχικά, ἕλκη τε καὶ μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καὶ τὰ τῶν σωμάτων ὀδυνηρά, νοσήματα ἰσᾶαι, ὡς χάριν κεκτημένος, παρὰ Θεοῦ Μάρτυς Φανούριε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰσχύϊ ἀριστεύσας παντουργικῆ, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα τὸ καθ᾽ ἡμῶν, σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καὶ σθένος καὶ κραταίωμα, καὶ ἰσχύος πύργος διαπαντός, γενοῦ τοῖς σοῖς ἰκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀκοίμητος προστάτης καὶ ἀρωγός, ἀνειλήπτωρ γενοῦ καὶ ὑπέρμαχος καὶ βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τὸ ἱερόν σου ὄνομα, Μάρτυς Ἀθλοφόρε θαυματουργέ, ἐξ ἔριδος καὶ φθόνου, ἀπάτης τε καὶ δόλου, ἡμᾶς ρυόμενος Φανούριε.

Δόξα Πατρί...

Ἰλύος κἀμέ ὕψωσον ἐμπαθοῦς, καὶ πικρᾶς συνηθείας Φανούριε, ἧ ἐκ παιδός εἴκων ἐγεώργησα τοὺς καρπούς , τῆς ἁμαρτίας Ἅγιε, ψυχῆ τε καὶ σώματι ῥυπωθείς, μη με παρίδης Μάρτυς, σὺ γὰρ τῶν ἐν ἀνάγκαις, ὁ ἑτοιμότατος ἐπίκουρος.

Καί νῦν... Θεοτοκίον.

Σκηνὴ ἡ πολυώνυμος τοῦ Θεοῦ, ἡ περίδοξος πόλις τοῦ Κτίσαντος, ἐν ᾗ Χριστός, εἴργασται θαυμάσια φοβερά, τὸν γὰρ Ἀδάμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾶς, σὺ εἶ Παρθενομῆτορ, διὸ μὴ στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.

Καὶ εὐ­θὺς τό·

Ἄ­ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς, μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον, καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ, καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θε­ο­τό­κον, σὲ με­γα­λύ­νο­μεν.

Καὶ τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

Χαί­ροις τῶν Μαρ­τύ­ρων ἡ καλ­λο­νή, καὶ τῶν ἰ­α­μά­των ὁ χειμ­μά­ρους ὁ δα­ψι­λής, χαί­ροις τῶν Ρο­δί­ων, ὁ μέ­γας πο­λι­οῦ­χος, Φα­νού­ρι­ε ἀ­ξί­ως ἀν­τι­δε­δό­ξα­σαι.

Τὶς τῶν πα­λαι­σμά­των σου τὴν πλη­θύν, ἐ­ξεί­πῃ ἀ­ξί­ως καὶ τῶν πό­νων τὸ καρ­τε­ρόν; σὺ γὰρ τῶν βα­σά­νων, τὰ εἴ­δη κα­θυ­πέ­στης, ὡς ἄ­σαρ­κος νε­κρώ­σας τὸν πα­να­λά­στο­ρα.

Ὡς ἄ­στρον ἐν Ρό­δῳ ἀρ­τι­φα­νές, Φα­νού­ρι­ε ὤ­φθης, εἰ καὶ ἢ­θλη­σας πρὸ πολ­λοῦ, καὶ κα­τα­φω­τί­ζεις πι­στῶν τὰς δι­α­νοί­ας, βο­λαῖς τῶν σῶν ἀ­πεί­ρων θαυ­μά­των ἔν­δο­ξε.

Πυ­ρὸς ἀ­κμαι­ό­τε­ρος ἀ­λη­θῶς, καὶ σι­δή­ρου Μάρ­τυς, εὐ­το­νώ­τε­ρος ὁ­ρα­θείς, τὴν οἰ­κο­νο­μί­αν ἐ­τρά­νω­σας τοῦ λό­γου, τοῖς ἔρ­γοις βε­βαι­ώ­σας ὅ ἀ­νε­κή­ρυ­ξας.

Πάν­τας τοὺς προ­στρέ­χον­τας εὐ­λα­βῶς, τῷ σε­πτῷ Να­ῷ σου καὶ αἰ­τοῦν­τας ἀ­πὸ ψυ­χῆς, λύ­σιν ὀ­φλη­μά­των, καὶ ρῶ­σιν καὶ ὑ­γεί­αν, μὴ παύ­ση ἐ­πο­πτεύ­ων, πα­ρα­μυ­θού­με­νος.

Πᾶ­σαι τῶν Ἀγ­γέ­λων αἱ στρα­τιαί, Πρό­δρο­με Κυ­ρί­ου, Ἀ­πο­στό­λων ἡ δω­δε­κάς, οἱ Ἅ­γιοι Πάν­τες, με­τὰ τῆς Θε­ο­τό­κου, ποι­ή­σα­τε πρε­σβεί­αν, εἰς τὸ σω­θῆ­ναι ἡ­μᾶς.

Ὁ Ἀ­να­γνώ­στης·

Ἅ­γιος ὁ Θε­ός, Ἅ­γιος Ἰ­σχυ­ρός, Ἅ­γιος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς (γ΄).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τριάς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴα­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου. Κύ­ρι­ε ἐ­λέ­η­σον. Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου· ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου ὡς ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σιον δὸς ἡ­μῖν σή­με­ρον καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ Ἱ­ε­ρεύς· Ὅ­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ Ἀ­να­γνώ­στης· Ἀ­μήν. Εἶ­τα τό τροπάριον. Ήχος δ`. Βασίλειον Διάδημα.

Οὐράνιον ἐφύμνιον ἐν γῆ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς , Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.

Εἶ­τα μνη­μο­νεύ­ει καὶ πά­λιν ὁ ἱ­ε­ρεύς, δι΄ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ΄ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (γ΄).

Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός Σου, δε­ό­με­θά Σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (...) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στια­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (πό­λῃ) ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τοῦ ἁ­γί­ου να­οῦ τού­του.

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).

Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ δι­α­φυ­λα­χθῆ­ναι τὴν ἁ­γί­αν Ἐκ­κλη­σί­αν καὶ τὴν πό­λιν ταύ­την, καὶ πᾶ­σαν πό­λιν καὶ χώ­ραν ἀ­πὸ ὀρ­γῆς, λοι­μοῦ, λι­μοῦ, σει­σμοῦ, κα­τα­πον­τι­σμοῦ, πυ­ρός, μα­χαί­ρας, ἐ­πι­δρο­μῆς ἀλ­λο­φύ­λων, ἐμ­φυ­λί­ου πο­λέ­μου, καὶ αἰφ­νι­δί­ου θα­νά­του, ὑ­πὲρ τὸν ἵ­λε­ων, εὐ­με­νῆ καὶ εὐ­δι­ά­λα­κτον, γε­νέ­σθαι τὸν ἀ­γα­θὸν καὶ φι­λάν­θρω­πον Θε­ὸν ἡ­μῶν, τοῦ ἀ­πο­στρέ­ψαι καὶ δι­α­σκε­δά­σαι πᾶ­σαν ὀρ­γὴν καὶ νό­σον, τὴν καθ΄ ἡ­μῶν κι­νου­μέ­νην, καὶ ῥύ­σα­σθαι ἡ­μᾶς ἐκ τῆς ἐ­πι­κει­μέ­νης δι­καί­ας αὐ­τοῦ ἀ­πει­λῇς, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.

Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τοῦ εἰ­σα­κοῦ­σαι Κύ­ριον τὸν Θε­ὸν φω­νῆς τῆς δε­ή­σε­ως ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.

Ἐ­πά­κου­σον ἡ­μῶν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἡ ἐλ­πὶς πάν­των τῶν πε­ρά­των τῆς γῆς καὶ τῶν ἐν θα­λάσ­σῃ μα­κράν, καὶ ἵ­λε­ως, ἵ­λε­ως γε­νοῦ ἡ­μῖν, Δέ­σπο­τα ἐ­πὶ ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ἐλε­ή­μων γάρ καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοι τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ χο­ρός· Ἀ­μήν.

Καὶ ὁ ἱ­ε­ρεὺς ποι­εῖ τὴν ἀ­πό­λυ­σιν·

Δό­ξα σοι ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα Σοι.

Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του ..............

Με­τὰ ψάλ­λον­ται τὰ πα­ρόν­τα Θε­ο­το­κί­α. Ἦ­χος β΄. Ὅ­τε ἐκ τοῦ ξύ­λου.

Ὤφθης ὥσπερ λύχνος φαεινός, Μάρτυς ἐναθλήσας νομίμως, ὑπὲρ Χρστοῦ τοῦ Θεοῦ, ὅθεν σοῦ δεόμεθα, μακράν ἀπέλασον, ἐξ᾽ ἡμῶν ταἵς πρεσβείαις σου παθῶν τὴν ὁμίχλην, καὶ τῶν περιστάσεων, πικράν σκοτόμαιναν, φέγγος δὲ ἀνάτειλον πᾶσι, θείας θυμηδίας καὶ δόξης, ἀξιομακάριστε Φανούριε.

Ἦ­χος πλ. δ΄.

Δέ­σποι­να, πρόσ­δε­ξαι τὰς δε­ή­σεις τῶν δού­λων σου, καὶ λύ­τρω­σαι ἡ­μᾶς, ἀ­πὸ πά­σης ἀ­νάγ­κης καὶ θλί­ψε­ως.

Ἦ­χος β΄.

Τὴν πᾶ­σαν ἐλ­πί­δα μου εἰς σὲ ἀ­να­τί­θη­μι, Μῆ­τερ τοῦ Θε­οῦ, φύ­λα­ξόν με ὑ­πὸ τὴν σκέ­πην σου.

Ὁ Ἱ­ε­ρεύς· Δι΄ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.

Ὁ λα­ός· Ἀ­μήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου